Του Κυρίου δεηθώμεν.
Κύριε ο Θεός ημών, ο Βασιλεύς των αιώνων, ο Παντοκράτωρ και Παντοδύναμος, ο ποιών πάντα και μετασκευάζων μόνω τω βούλεσθαι, ο εν την επταπλάσιον καμίνον και την φλόγα την εν Βαβυλώνι εις δρόσον μεταβαλων και τους αγίους σου τρεις παίδας σώους διαφύλαξας, ο Ιατρός και Θεραπευτής των ψυχών ημών, η ασφάλεια των εις σε ελπιζόντων, σού δεόμεθα και σε παρακαλούμεν, αποστησον, φυγάδευσον και απέλασον πάσαν διαβολικήν ενέργειαν, πάσαν σατανικήν έφοδο και πάσαν επιβουλήν, περιέργειαν τε πονηράν και βλάβην και οφθαλμών βασκανίαν των κακοποιών και πονηρών ανθρώπων από του δούλου σου (τούδε) και ή υπό ωραιότητος ή ανδρείας ή ευτυχίας ή ζήλου και φθόνου ή βασκανίας συνέβη, αυτός, φιλάνθρωπε Δέσποτα, έκτεινον την κραταίαν σου χείρα και τον βραχίονά σου τον ισχυρόν και ύψιστον και επισκόπων επισκόπησον το πλάσμα σου τούτο, και καταπεμψον αυτώ άγγελον κραταιόν, ειρηνικόν, ψυχής και σώματος φύλακα, ος επιτιμήσει και απελάσει απ’ αυτού πάσαν βλάβην, πάσαν πονηράν βουλήν, πάσαν φαρμακείαν και βασκανίαν των φθονερών ανθρώπων, και υπό σου ο σος ικέτης φρουρούμενος μετ’ ευχαριστίας ψάλλει σοι, Κύριος εμοί βοηθός και ου φοβηθήσομαι τι ποιήσει μοί άνθρωπος, και πάλιν ου φοβηθήσομαι κακά, ότι συ μετ’ εμού ει ότι συ ει ο Θεός, κραταίωμά μου, ισχυρός, εξουσιαστής, αρχών ειρήνης, Πατήρ του μέλλοντος αιώνος. Ναί, Κύριε ο Θεός ημών, φείσαι του πλάσματός σου, και ρύσαι τον δούλο σου (δείνα) από πάσης βλάβης, από πάσης επηρείας και από πάσης βασκανίας και ανώτερον αυτόν και ημάς παντός κακού διαφύλαξον, πρεσβείαις της υπερευλογημένης ενδόξου, Δεσποίνης ημών Θεοτόκου και αειπαρθένου Μαρίας, των φωτοειδών Αρχαγγέλων και πάντων σου των αγίων. Αμήν.
Του Κυρίου δεηθώμεν.
Ἐπιτιμᾷ σοι Κύριος, Διάβολε, ὁ παραγενόμενος εἰς τὸν κόσμον καὶ κατασκηνώσας ἐν ἀνθρώποις, ἵνα τὴν σὴν καθέλῃ τυραννίδα καὶ τοὺς ἀνθρώπους ἐξέληται· ὃς ἐπὶ ξύλου τάς ἀντικειμένας δυνάμεις ἐθριάμβευσεν, ἡλίου σκοτισθέντος καὶ γῆς σαλευομένης, καὶ μνημάτων ἀνοιγομένων, καὶ σωμάτων Ἁγίων ἀνισταμένων· ὃς ἔλυσε θανάτῳ τὸν θάνατον, καὶ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι, σὲ τὸν Διάβολον. Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ, τοῦ δείξαντος τὸ ξύλον τῆς ζωῆς καὶ τάξαντος τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φρουρεῖν αὐτό. Ἐπιτιμήθητι καὶ ἀναχώρησον· κατ’ ἐκείνου γάρ σε ὁρκίζω τοῦ περιπατήσαντος, ὡς ἐπὶ ξηρᾶς, ἐπὶ νῶτα θαλάσσης, καὶ ἐπιτιμήσαντος τῇ λαίλαπι τῶν ἀνέμων· οὗ τὸ βλέμμα ξηραίνει ἀβύσσους καὶ ἡ ἀπειλὴ τήκει ὄρη. Αὐτὸς γὰρ καὶ νῦν ἐπιτάσσει σοι δι’ ἡμῶν· Φοβήθητι, ἔξελθε, καὶ ὑπαναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου, καὶ μὴ ὑποστρέψῃς, μηδὲ ὑποκρυβῇς ἐν αὐτῷ, μηδὲ συναντήσῃς αὐτῷ ἢ ἐνεργήσῃς, μὴ ἐν νυκτί, μὴ ἐν ἡμέρᾳ ἢ ὤρᾳ ἢ ἐν μεσημβρίᾳ· ἀλλ’ ἄπελθε εἰς τὸν ἴδιον τάρταρον, ἕως τῆς ἡτοιμασμένης μεγάλης ἡμέρας τῆς κρίσεως. Φοβήθητι τὸν Θεὸν τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἐπιβλέποντα ἀβύσσους· ὃν τρέμουσιν Ἄγγελοι, Ἀρχάγγελοι, Θρόνοι, Κυριότητες, Ἀρχαί, Ἐξουσίαι, Δυνάμεις, τὰ πολυόμματα Χερουβίμ, καὶ τὰ ἑξαπτέρυγα Σεραφίμ· ὃν τρέμει ὁ οὐρανὸς καὶ ἡ γῆ, ἡ θάλασσα καὶ πάντα τὰ ἐν αὐτοῖς. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ σφραγισθέντος νεολέκτου στρατιώτου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· κατ’ ἐκείνου γάρ σε ὁρκίζω, τοῦ περιπατοῦντος ἐπὶ πτερύγων ἀνέμων, τοῦ ποιοῦντος τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον. Ἔξελθε καὶ ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τούτου σὺν πάσῃ τῇ δυνάμει καὶ τοῖς ἀγγέλοις σου. Ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Του Κυρίου δεηθώμεν.
Ὁ Θεός, ὁ ἅγιος, ὁ φοβερὸς καὶ ἔνδοξος, ὁ ἐπὶ πᾶσι τοῖς ἔργοις καὶ τῇ ἰσχύι αὐτοῦ ἀκατάληπτος καὶ ἀνεξιχνίαστος ὑπάρχων αὐτὸς ὁ προορίσας σοι, Διάβολε, τῆς αἰωνίου κολάσεως τὴν τιμωρίαν, δι’ ἡμῶν τῶν ἀχρείων αὐτοῦ δούλων κελεύει σοι, καὶ πάσῃ τῇ συνεργῷ σου δυνάμει, ἀποστῆναι ἀπὸ τοῦ νεωστὶ σφραγισθέντος ἐπ’ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Ὁρκίζω σε οὖν, παμπόνηρον καὶ ἀκάθαρτον καὶ μιαρὸν καὶ ἐβδελυγμένον καὶ ἀλλότριον πνεῦμα, κατὰ τῆς δυνάμεως Ἰησοῦ Χριστοῦ, τοῦ πᾶσαν ἐξουσίαν ἔχοντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, τοῦ εἰπόντος τῷ κωφῷ καὶ ἀλάλῳ δαίμονι· Ἔξελθε ἀπὸ τοῦ ἀνθρώπου καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Ἀναχώρησον, γνώρισον τὴν σὴν ματαίαν δύναμιν, τὴν μηδὲ χοίρων ἐξουσίαν ἔχουσαν. Ὑπομνήσθητι τοῦ ἐπιτάξαντός σοι, κατὰ τὴν σὴν αἴτησιν, εἰς τὴν ἀγέλην τῶν χοίρων εἰσελθεῖν. Φοβήθητι τὸν Θεόν, οὗ τῷ προστάγματι ἡ γῆ καθ’ ὑδάτων ἐστήρικται· τὸν κτίσαντα τὸν οὐρανόν, καὶ στήσαντα τὰ ὅρη σταθμῷ, καὶ τάς νάπας ζυγῷ, καὶ θέντα ἄμμον θαλάσσῃ ὅριον, καὶ ἐν ὕδατι σφοδρῷ τρίβον ἀσφαλῆ· τὸν ἁπτόμενον τῶν ὀρέων καὶ καπνίζονται· τὸν ἀναβαλλόμενον φῶς ὡς ἱμάτιον· τὸν ἐκτείνοντα τὸν οὐρανὸν ὡσεὶ δέρριν· τὸν στεγάζοντα ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ· τὸν θεμελιοῦντα τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς· οὐ κλιθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὸν προσκαλούμενον τὸ ὕδωρ τῆς θαλάσσης καὶ ἐκχέοντα αὐτὸ ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ἔξελθε, καὶ ἀναχώρησον ἀπὸ τοῦ πρὸς τὸ ἅγιον φώτισμα εὐτρεπιζομένου (εὐτρεπιζομένης). Ὁρκίζω σε κατὰ τοῦ σωτηριώδους πάθους τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ τοῦ τιμίου αὐτοῦ Σώματος καὶ Αἵματος, καὶ κατὰ τῆς ἐλεύσεως αὐτοῦ τῆς φοβερᾶς. Ἥξει γάρ, καὶ οὐ χρονιεῖ, κρίνων πᾶσαν τὴν γῆν, καὶ σὲ καὶ τὴν συνεργόν σου δύναμιν, κολάσει εἰς τὴν γέενναν τοῦ πυρός, παραδοὺς εἰς τὸ σκότος τὸ ἐξώτερον, ὅπου ὁ σκώληξ ὁ ἀκοίμητος, καὶ τὸ πῦρ οὐ σβέννυται. Ὅτι τὸ κράτος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, σὺν τῷ Πατρὶ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Του Κυρίου δεηθώμεν.
Κύριε Σαβαώθ, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, ἐπίβλεψον ἐπὶ τὸν δοῦλον (δούλην) σου, ἐκζήτησον, ἐξερεύνησον, καὶ ἀπέλασον ἀπ’ αὐτοῦ (αὐτῆς) πάντα τὰ ἐνεργήματα τοῦ Διαβόλου. Ἐπιτίμησον τοῖς ἀκαθάρτοις πνεύμασι, καὶ δίωξον αὐτά, καὶ καθάρισον τὸ ἔργον τῶν χειρῶν σου, καί, τῇ ὀξείᾳ σου χρησάμενος ἐνεργείᾳ, σύντριψον τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ (αὐτῆς) ἐν τάχει, καὶ δὸς αὐτῷ (αὐτῇ) νίκας κατ’ αὐτοῦ καὶ τῶν ἀκαθάρτων αὐτοῦ πνευμάτων· ὅπως, τοῦ παρὰ σοῦ ἐλέους τυγχάνων (τυγχάνουσα), καταξιωθῇ τῶν ἀθανάτων καὶ ἐπουρανίων σου μυστηρίων, καὶ δόξαν σοι ἀναπέμψῃ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.